Τετάρτη 15 Απριλίου 2020

ΙΕΡΟ ΕΥΑΓΓΕΛΙΟ. ΣΤΗΝ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. ΣΤΗΝ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ


ΑΝΑΓΝΩΣΜΑΤΑ ΣΤΗΝ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ  
ΣΤΗΝ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ



ΙΕΡΟ ΕΥΑΓΓΕΛΙΟ
Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον
(Ματθ. κστ΄[26] 2 - 20, Ἰ­ω. ιγ΄[13] 3 - 17, Ματθ. κστ΄[26] 21 - 39,
Λουκ. κβ΄[22] 43 - 44, Ματθ. κστ΄ [26] 40- 75, κζ’[27] 1 – 5)
Εἶ­πεν ὁ Κύ­ριος τοῖς ἑ­αυ­τοῦ Μα­θη­ταῖς· Οἴ­δα­τε ὅ­τι με­τὰ δύ­ο ἡ­μέ­ρας τὸ πά­σχα γί­νε­ται, καὶ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­ται εἰς τὸ σταυ­ρω­θῆ­ναι. 3Τότε συ­νή­χθη­σαν οἱ ἀρ­χι­ε­ρεῖς καὶ οἱ γραμ­μα­τεῖς καὶ οἱ πρε­σβύ­τε­ροι τοῦ λα­οῦ εἰς τὴν αὐ­λὴν τοῦ ἀρ­χι­ε­ρέ­ως τοῦ λε­γο­μέ­νου Κα­ϊ­ά­φα, 4καὶ συ­νε­βου­λε­ύ­σαν­το ἵ­να τὸν Ἰ­η­σοῦν δό­λῳ κρα­τή­σω­σι καὶ ἀ­πο­κτε­ί­νω­σιν. 5ἔλεγον δέ· Μὴ ἐν τῇ ἑ­ορ­τῇ, ἵ­να μὴ θό­ρυ­βος γέ­νη­ται ἐν τῷ λα­ῷ. 6Τοῦ δὲ Ἰ­η­σοῦ γε­νο­μέ­νου ἐν Βη­θα­νί­ᾳ ἐν οἰ­κί­ᾳ Σίμωνος τοῦ λε­προῦ, 7προσῆλθεν αὐ­τῷ γυ­νὴ ἀ­λά­βα­στρον μύ­ρου ἔ­χου­σα βα­ρυ­τί­μου, καὶ κα­τέ­χε­εν ἐ­πὶ τὴν κε­φα­λὴν αὐ­τοῦ ἀ­να­κει­μέ­νου. 8ἰδόντες δὲ οἱ μα­θη­ταὶ αὐ­τοῦ ἠ­γα­νά­κτη­σαν λέ­γον­τες· Εἰς τί ἡ ἀ­πώ­λεια αὕ­τη; 9ἠδύνατο γὰρ τοῦ­το τὸ μύ­ρον πρα­θῆ­ναι πολ­λοῦ καὶ δο­θῆ­ναι τοῖς πτω­χοῖς. 10γνοὺς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς· Τί κό­πους πα­ρέ­χε­τε τῇ γυ­ναι­κί; ἔρ­γον γὰρ κα­λὸν εἰρ­γά­σα­το εἰς ἐ­μέ. 11τοὺς πτω­χοὺς γὰρ πάν­το­τε ἔ­χε­τε με­θ' ἑ­αυ­τῶν, ἐ­μὲ δὲ οὐ πάν­το­τε ἔ­χε­τε. 12βαλοῦσα γὰρ αὕ­τη τὸ μύ­ρον τοῦ­το ἐ­πὶ τοῦ σώ­μα­τός μου, πρὸς τὸ ἐν­τα­φι­ά­σαι με ἐ­πο­ί­η­σεν. 13ἀμὴν λέ­γω ὑ­μῖν, ὅ­που ἐ­ὰν κη­ρυ­χθῇ τὸ εὐ­αγ­γέ­λιον τοῦ­το ἐν ὅ­λῳ τῷ κό­σμῳ, λα­λη­θή­σε­ται καὶ ὃ ἐ­πο­ί­η­σεν αὕ­τη εἰς μνη­μό­συ­νον αὐ­τῆς. 14Τότε πο­ρευ­θεὶς εἷς τῶν δώ­δε­κα, ὁ λε­γό­με­νος Ἰ­ο­ύ­δας Ἰ­σκα­ρι­ώ­της, πρὸς τοὺς ἀρ­χι­ε­ρεῖς εἶ­πε· 15Τί θέ­λε­τέ μοι δοῦ­ναι, καὶ ἐ­γὼ ὑ­μῖν πα­ρα­δώ­σω αὐ­τόν; οἱ δὲ ἔ­στη­σαν αὐ­τῷ τρι­ά­κον­τα ἀρ­γύ­ρια. 16καὶ ἀ­πὸ τό­τε ἐ­ζή­τει εὐ­και­ρί­αν ἵ­να αὐ­τὸν πα­ρα­δῷ. 17Τῇ δὲ πρώ­τῃ τῶν ἀ­ζύ­μων προ­σῆλ­θον οἱ μα­θη­ταὶ τῷ Ἰ­η­σοῦ λέ­γον­τες αὐ­τῷ· Ποῦ θέ­λεις ἑ­τοι­μά­σω­μέν σοι φα­γεῖν τὸ πά­σχα; 18ὁ δὲ εἶ­πεν· Ὑ­πά­γε­τε εἰς τὴν πό­λιν πρὸς τὸν δεῖ­να καὶ εἴ­πα­τε αὐ­τῷ· ὁ δι­δά­σκα­λος λέ­γει, ὁ και­ρός μου ἐγ­γύς ἐ­στι· πρὸς σε ποι­ῶ τὸ πά­σχα με­τὰ τῶν μα­θη­τῶν μου. 19καὶ ἐ­πο­ί­η­σαν οἱ μα­θη­ταὶ ὡς συ­νέ­τα­ξεν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς, καὶ ἡ­το­ί­μα­σαν τὸ πά­σχα. 20Ὀψίας δὲ γε­νο­μέ­νης ἀ­νέ­κει­το με­τὰ τῶν δώ­δε­κα. 3εἰδὼς ὁ δὲ ὁ Ἰ­η­σοῦς ὅ­τι πάν­τα δέ­δω­κεν αὐ­τῷ ὁ πα­τὴρ εἰς τὰς χεῖ­ρας, καὶ ὅ­τι ἀ­πὸ Θε­οῦ ἐ­ξῆλ­θε καὶ πρὸς τὸν Θε­ὸν ὑ­πά­γει, 4ἐγείρεται ἐκ τοῦ δε­ί­πνου καὶ τί­θη­σι τὰ ἱ­μά­τια, καὶ λα­βὼν λέν­τιον δι­έ­ζω­σεν ἑ­αυ­τόν. 5εἶτα βάλ­λει ὕ­δωρ εἰς τὸν νι­πτῆ­ρα, καὶ ἤρ­ξα­το νί­πτειν τοὺς πό­δας τῶν μα­θη­τῶν καὶ ἐκ­μάσ­σειν τῷ λεν­τί­ῳ ᾧ ἦν δι­ε­ζω­σμέ­νος. 6ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέ­γει αὐ­τῷ ἐ­κεῖ­νος· Κύριε, σύ μου νί­πτεις τοὺς πό­δας; 7ἀπεκρίθη Ἰ­η­σοῦς καὶ εἶ­πεν αὐ­τῷ· Ὃ ἐ­γὼ ποι­ῶ, σὺ οὐκ οἶ­δας ἄρ­τι, γνώ­σῃ δὲ με­τὰ ταῦ­τα. 8λέγει αὐ­τῷ Πέτρος· Οὐ μὴ νί­ψῃς τοὺς πό­δας μου εἰς τὸν αἰ­ῶ­να. ἀ­πε­κρί­θη αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ἐ­ὰν μὴ νί­ψω σε, οὐκ ἔ­χεις μέ­ρος με­τ' ἐ­μοῦ. 9λέγει αὐ­τῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πό­δας μου μό­νον, ἀλ­λὰ καὶ τὰς χεῖ­ρας καὶ τὴν κε­φα­λήν. 10λέγει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ὁ λε­λου­μέ­νος οὐ χρε­ί­αν ἔ­χει ἢ τοὺς πό­δας νί­ψα­σθαι, ἀλ­λ' ἔ­στι κα­θα­ρὸς ὅ­λος· καὶ ὑ­μεῖς κα­θα­ροί ἐ­στε, ἀλ­λ' οὐ­χὶ πάν­τες. 11ᾔδει γὰρ τὸν πα­ρα­δι­δόν­τα αὐ­τόν· διὰ τοῦ­το εἶ­πεν· οὐ­χὶ πάν­τες κα­θα­ροί ἐ­στε. 12Ὅτε οὖν ἔ­νι­ψε τοὺς πό­δας αὐ­τῶν καὶ ἔ­λα­βε τὰ ἱ­μά­τια αὐ­τοῦ, ἀ­να­πε­σὼν πά­λιν, εἶ­πεν αὐ­τοῖς· Γι­νώ­σκε­τε τί πε­πο­ί­η­κα ὑ­μῖν; 13ὑμεῖς φω­νεῖ­τέ με, ὁ Δι­δά­σκα­λος καὶ ὁ Κύριος, καὶ κα­λῶς λέ­γε­τε· εἰ­μὶ γάρ. 14εἰ οὖν ἐ­γὼ ἔ­νι­ψα ὑ­μῶν τοὺς πό­δας, ὁ Κύριος καὶ ὁ Δι­δά­σκα­λος, καὶ ὑ­μεῖς ὀ­φε­ί­λε­τε ἀλ­λή­λων νί­πτειν τοὺς πό­δας. 15ὑπόδειγμα γὰρ δέ­δω­κα ὑ­μῖν, ἵ­να κα­θὼς ἐ­γὼ ἐ­πο­ί­η­σα ὑ­μῖν, καὶ ὑ­μεῖς ποι­ῆ­τε. 16ἀμὴν ἀ­μὴν λέ­γω ὑ­μῖν, οὐκ ἔ­στι δοῦ­λος με­ί­ζων τοῦ κυ­ρί­ου αὐ­τοῦ, οὐ­δὲ ἀ­πό­στο­λος με­ί­ζων τοῦ πέμ­ψαν­τος αὐ­τόν. 17εἰ ταῦ­τα οἴ­δα­τε, μα­κά­ριοί ἐ­στε ἐ­ὰν ποι­ῆ­τε αὐ­τά. . 21καὶ ἐ­σθι­όν­των αὐ­τῶν εἶ­πεν· Ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι εἷς ἐξ ὑ­μῶν πα­ρα­δώ­σει με. 22καὶ λυ­πο­ύ­με­νοι σφό­δρα ἤρ­ξαν­το λέ­γειν αὐ­τῷ ἕ­κα­στος αὐ­τῶν· Μήτι ἐ­γώ εἰ­μι, Κύριε; 23ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν· Ὁ ἐμ­βά­ψας με­τ' ἐ­μοῦ ἐν τῷ τρυ­βλί­ῳ τὴν χεῖ­ρα οὗ­τός με πα­ρα­δώ­σει. 24ὁ μὲν υἱ­ὸς τοῦ ἀν­θρώ­που ὑ­πά­γει κα­θὼς γέ­γρα­πται πε­ρὶ αὐ­τοῦ· οὐ­αὶ δὲ τῷ ἀν­θρώ­πῳ ἐ­κε­ί­νῳ δι' οὗ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­ται· κα­λὸν ἦν αὐ­τῷ εἰ οὐκ ἐ­γεν­νή­θη ὁ ἄν­θρω­πος ἐ­κεῖ­νος. 25ἀποκριθεὶς δὲ Ἰ­ο­ύ­δας ὁ πα­ρα­δι­δοὺς αὐ­τὸν εἶ­πε· Μήτι ἐ­γώ εἰ­μι, ῥαβ­βί; λέ­γει αὐ­τῷ· Σὺ εἶ­πας. 26Ἐσθιόντων δὲ αὐ­τῶν λα­βὼν ὁ Ἰ­η­σοῦς τὸν ἄρ­τον καὶ εὐ­λο­γή­σας ἔ­κλα­σε καὶ ἐ­δί­δου τοῖς μα­θη­ταῖς καὶ εἶ­πε· Λάβετε φά­γε­τε· τοῦ­τό ἐ­στι τὸ σῶ­μά μου· 27καὶ λα­βὼν τὸ πο­τή­ριον καὶ εὐ­χα­ρι­στή­σας ἔ­δω­κεν αὐ­τοῖς λέ­γων· Πίετε ἐξ αὐ­τοῦ πάν­τες· 28τοῦτο γάρ ἐ­στι τὸ αἷ­μά μου τὸ τῆς και­νῆς δι­α­θή­κης τὸ πε­ρὶ πολ­λῶν ἐκ­χυ­νό­με­νον εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. 29λέγω δὲ ὑ­μῖν ὅ­τι οὐ μὴ πί­ω ἀ­π' ἄρ­τι ἐκ το­ύ­του τοῦ γεν­νή­μα­τος τῆς ἀμ­πέ­λου ἕ­ως τῆς ἡ­μέ­ρας ἐ­κε­ί­νης, ὅ­ταν αὐ­τὸ πί­νω με­θ' ὑ­μῶν και­νὸν ἐν τῇ βα­σι­λε­ί­ᾳ τοῦ πα­τρός μου. 30Καὶ ὑ­μνή­σαν­τες ἐ­ξῆλ­θον εἰς τὸ ὄ­ρος τῶν ἐ­λαι­ῶν. Τότε λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· 31Πάντες ὑ­μεῖς σκαν­δα­λι­σθή­σε­σθε ἐν ἐ­μοὶ ἐν τῇ νυ­κτὶ τα­ύ­τῃ· γέ­γρα­πται γάρ, πα­τά­ξω τὸν ποι­μέ­να, καὶ δι­α­σκορ­πι­σθή­σον­ται τὰ πρό­βα­τα τῆς πο­ί­μνης· 32μετὰ δὲ τὸ ἐ­γερ­θῆ­ναί με προ­ά­ξω ὑ­μᾶς εἰς τὴν Γα­λι­λα­ί­αν. 33ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶ­πεν αὐ­τῷ· Εἰ πάν­τες σκαν­δα­λι­σθή­σον­ται ἐν σοί, ἐ­γὼ δὲ οὐ­δέ­πο­τε σκαν­δα­λι­σθή­σο­μαι. 34ἔφη αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ἀ­μὴν λέ­γω σοι ὅ­τι ἐν τα­ύ­τῃ τῇ νυ­κτὶ πρὶν ἀ­λέ­κτο­ρα φω­νῆ­σαι τρὶς ἀ­παρ­νή­σῃ με. 35λέγει αὐ­τῷ ὁ Πέτρος· Κἂν δέ­ῃ με σὺν σοὶ ἀ­πο­θα­νεῖν, οὐ μή σε ἀ­παρ­νή­σο­μαι. ὁ­μο­ί­ως δὲ καὶ πάν­τες οἱ μα­θη­ταὶ εἶ­πον. 36Τότε ἔρ­χε­ται με­τ' αὐ­τῶν ὁ Ἰ­η­σοῦς εἰς χω­ρί­ον λε­γό­με­νον Γεθ­ση­μα­νῆ, καὶ λέ­γει τοῖς μα­θη­ταῖς· Κα­θί­σα­τε αὐ­τοῦ ἕ­ως οὗ ἀ­πελ­θὼν προ­σε­ύ­ξω­μαι ἐ­κεῖ. 37καὶ πα­ρα­λα­βὼν τὸν Πέτρον καὶ τοὺς δύ­ο υἱ­οὺς Ζε­βε­δα­ί­ου ἤρ­ξα­το λυ­πεῖ­σθαι καὶ ἀ­δη­μο­νεῖν. 38τότε λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· Πε­ρί­λυ­πός ἐ­στιν ἡ ψυ­χή μου ἕ­ως θα­νά­του· με­ί­να­τε ὧ­δε καὶ γρη­γο­ρεῖ­τε με­τ' ἐ­μοῦ. 39καὶ προ­ελ­θὼν μι­κρὸν ἔ­πε­σεν ἐ­πὶ πρό­σω­πον αὐ­τοῦ προ­σευ­χό­με­νος καὶ λέ­γων· Πάτερ μου, εἰ δυ­να­τόν ἐ­στι, πα­ρελ­θέ­τω ἀ­π' ἐ­μοῦ τὸ πο­τή­ριον τοῦ­το· πλὴν οὐχ ὡς ἐ­γὼ θέ­λω, ἀλ­λ' ὡς σύ. 43ὤφθη δὲ αὐ­τῷ ἄγ­γε­λος ἀ­π' οὐ­ρα­νοῦ ἐ­νι­σχύ­ων αὐ­τὸν. 44καὶ γε­νό­με­νος ἐν ἀ­γω­νί­ᾳ ἐ­κτε­νέ­στε­ρον προ­ση­ύ­χε­το. ἐ­γέ­νε­το δὲ ὁ ἱ­δρὼς αὐ­τοῦ ὡ­σεὶ θρόμ­βοι αἵ­μα­τος κα­τα­βα­ί­νον­τες ἐ­πὶ τὴν γῆν. 40καὶ ἀ­να­στὰς ἀ­πὸ τῆς προ­σευ­χῆς ἔρ­χε­ται πρὸς τοὺς μα­θη­τὰς καὶ εὑ­ρί­σκει αὐ­τοὺς κα­θε­ύ­δον­τας, καὶ λέ­γει τῷ Πέτρῳ· Οὕ­τως οὐκ ἰ­σχύ­σα­τε μί­αν ὥ­ραν γρη­γο­ρῆ­σαι με­τ' ἐ­μοῦ! 41γρηγορεῖτε καὶ προ­σε­ύ­χε­σθε, ἵ­να μὴ εἰ­σέλ­θη­τε εἰς πει­ρα­σμόν· τὸ μὲν πνεῦ­μα πρό­θυ­μον, ἡ δὲ σὰρξ ἀ­σθε­νής. 42πάλιν ἐκ δευ­τέ­ρου ἀ­πελ­θὼν προ­ση­ύ­ξα­το λέ­γων· Πάτερ μου, εἰ οὐ δύ­να­ται τοῦ­το τὸ πο­τή­ριον πα­ρελ­θεῖν ἀ­π' ἐ­μοῦ ἐ­ὰν μὴ αὐ­τὸ πί­ω, γε­νη­θή­τω τὸ θέ­λη­μά σου. 43καὶ ἐλ­θὼν εὑ­ρί­σκει αὐ­τοὺς πά­λιν κα­θε­ύ­δον­τας· ἦ­σαν γὰρ αὐ­τῶν οἱ ὀ­φθαλ­μοὶ βε­βα­ρη­μέ­νοι. 44καὶ ἀ­φεὶς αὐ­τοὺς ἀ­πελ­θὼν πά­λιν προ­ση­ύ­ξα­το ἐκ τρί­του τὸν αὐ­τὸν λό­γον εἰ­πὼν. 45τότε ἔρ­χε­ται πρὸς τοὺς μα­θη­τὰς αὐ­τοῦ καὶ λέ­γει αὐ­τοῖς· Κα­θε­ύ­δε­τε τὸ λοι­πὸν καὶ ἀ­να­πα­ύ­ε­σθε! ἰ­δοὺ ἤγ­γι­κεν ἡ ὥ­ρα καὶ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­ται εἰς χεῖ­ρας ἁ­μαρ­τω­λῶν. 46ἐγείρεσθε, ἄ­γω­μεν· ἰ­δοὺ ἤγ­γι­κεν ὁ πα­ρα­δι­δο­ύς με. 47Καὶ ἔ­τι αὐ­τοῦ λα­λοῦν­τος ἰ­δοὺ Ἰ­ο­ύ­δας εἷς τῶν δώ­δε­κα ἦλ­θε, καὶ με­τ' αὐ­τοῦ ὄ­χλος πο­λὺς με­τὰ μα­χαι­ρῶν καὶ ξύ­λων ἀ­πὸ τῶν ἀρ­χι­ε­ρέ­ων καὶ πρε­σβυ­τέ­ρων τοῦ λα­οῦ. 48ὁ δὲ πα­ρα­δι­δοὺς αὐ­τὸν ἔ­δω­κεν αὐ­τοῖς ση­μεῖ­ον λέ­γων· Ὃν ἂν φι­λή­σω αὐ­τός ἐ­στι· κρα­τή­σα­τε αὐ­τόν. 49καὶ εὐ­θέ­ως προ­σελ­θὼν τῷ Ἰ­η­σοῦ εἶ­πε· Χαῖ­ρε, ῥαβ­βί, καὶ κα­τε­φί­λη­σεν αὐ­τόν. 50ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τῷ· Ἑ­ταῖ­ρε, ἐ­φ' ὃ πά­ρει; τό­τε προ­σελ­θόν­τες ἐ­πέ­βα­λον τὰς χεῖ­ρας ἐ­πὶ τὸν Ἰ­η­σοῦν καὶ ἐ­κρά­τη­σαν αὐ­τόν. 51καὶ ἰ­δοὺ εἷς τῶν με­τὰ Ἰ­η­σοῦ ἐ­κτε­ί­νας τὴν χεῖ­ρα ἀ­πέ­σπα­σε τὴν μά­χαι­ραν αὐ­τοῦ, καὶ πα­τά­ξας τὸν δοῦ­λον τοῦ ἀρ­χι­ε­ρέ­ως ἀ­φεῖ­λεν αὐ­τοῦ τὸ ὠ­τί­ον. 52τότε λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ἀ­πό­στρε­ψον σου τὴν μά­χαι­ραν εἰς τὸν τό­πον αὐ­τῆς· πάν­τες γὰρ οἱ λα­βόν­τες μά­χαι­ραν ἐν μα­χα­ί­ρῃ ἀ­πο­θα­νοῦν­ται. 53ἢ δο­κεῖς ὅ­τι οὐ δύ­να­μαι ἄρ­τι πα­ρα­κα­λέ­σαι τὸν πα­τέ­ρα μου, καὶ πα­ρα­στή­σει μοι πλε­ί­ους ἢ δώ­δε­κα λε­γε­ῶ­νας ἀγ­γέ­λων; 54πῶς οὖν πλη­ρω­θῶ­σιν αἱ γρα­φαὶ ὅ­τι οὕ­τω δεῖ γε­νέ­σθαι; 55Ἐν ἐ­κε­ί­νῃ τῇ ὥ­ρᾳ εἶ­πεν ὁ Ἰ­η­σοῦς τοῖς ὄ­χλοις· Ὡς ἐ­πὶ λῃ­στὴν ἐ­ξήλ­θε­τε με­τὰ μα­χαι­ρῶν καὶ ξύ­λων συλ­λα­βεῖν με· κα­θ' ἡ­μέ­ραν πρὸς ὑ­μᾶς ἐ­κα­θε­ζό­μην δι­δά­σκων ἐν τῷ ἱ­ε­ρῷ, καὶ οὐκ ἐ­κρα­τή­σα­τέ με. 56τοῦτο δὲ ὅ­λον γέ­γο­νεν ἵ­να πλη­ρω­θῶ­σιν αἱ γρα­φαὶ τῶν προ­φη­τῶν. Τότε οἱ μα­θη­ταὶ πάν­τες ἀ­φέν­τες αὐ­τὸν ἔ­φυ­γον. 57Οἱ δὲ κρα­τή­σαν­τες τὸν Ἰ­η­σοῦν ἀ­πή­γα­γον πρὸς Κα­ϊ­ά­φαν τὸν ἀρ­χι­ε­ρέ­α, ὅ­που οἱ γραμ­μα­τεῖς καὶ οἱ πρε­σβύ­τε­ροι συ­νή­χθη­σαν. 58ὁ δὲ Πέτρος ἠ­κο­λο­ύ­θει αὐ­τῷ ἀ­πὸ μα­κρό­θεν ἕ­ως τῆς αὐ­λῆς τοῦ ἀρ­χι­ε­ρέ­ως, καὶ εἰ­σελ­θὼν ἔ­σω ἐ­κά­θη­το με­τὰ τῶν ὑ­πη­ρε­τῶν ἰ­δεῖν τὸ τέ­λος. 59οἱ δὲ ἀρ­χι­ε­ρεῖς οἱ πρε­σβύ­τε­ροι καὶ τὸ συ­νέ­δριον ὅ­λον ἐ­ζή­τουν ψευ­δο­μαρ­τυ­ρί­αν κα­τὰ τοῦ Ἰ­η­σοῦ ὅ­πως θα­να­τώ­σω­σιν αὐ­τὸν, 60καὶ οὐχ εὗ­ρον· καὶ πολ­λῶν ψευ­δο­μαρ­τύ­ρων προ­σελ­θόν­των, οὐχ εὗ­ρον. ὕ­στε­ρον δὲ προ­σελ­θόν­τες δύ­ο ψευ­δο­μάρ­τυ­ρε­ς 61εἶπον· Οὗ­τος ἔ­φη, δύ­να­μαι κα­τα­λῦ­σαι τὸν να­ὸν τοῦ Θε­οῦ καὶ διὰ τρι­ῶν ἡ­με­ρῶν οἰ­κο­δο­μῆ­σαι αὐ­τὸν. 62καὶ ἀ­να­στὰς ὁ ἀρ­χι­ε­ρεὺς εἶ­πεν αὐ­τῷ· Οὐ­δὲν ἀ­πο­κρί­νῃ; τί οὗ­τοί σου κα­τα­μαρ­τυ­ροῦ­σιν; 63ὁ δὲ Ἰ­η­σοῦς ἐ­σι­ώ­πα. καὶ ἀ­πο­κρι­θεὶς ὁ ἀρ­χι­ε­ρεὺς εἶ­πεν αὐ­τῷ· Ἐ­ξορ­κί­ζω σε κα­τὰ τοῦ Θε­οῦ τοῦ ζῶν­τος ἵ­να ἡ­μῖν εἴ­πῃς εἰ σὺ εἶ ὁ Χρι­στὸς ὁ υἱ­ὸς τοῦ Θε­οῦ. 64λέγει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Σὺ εἶ­πας· πλὴν λέ­γω ὑ­μῖν, ἀ­π' ἄρ­τι ὄ­ψε­σθε τὸν υἱ­ὸν τοῦ ἀν­θρώ­που κα­θή­με­νον ἐκ δε­ξι­ῶν τῆς δυ­νά­με­ως καὶ ἐρ­χό­με­νον ἐ­πὶ τῶν νε­φε­λῶν τοῦ οὐ­ρα­νοῦ. 65τότε ὁ ἀρ­χι­ε­ρεὺς δι­έρ­ρη­ξε τὰ ἱ­μά­τια αὐ­τοῦ λέ­γων ὅ­τι Ἐ­βλα­σφή­μη­σε· τί ἔ­τι χρε­ί­αν ἔ­χο­μεν μαρ­τύ­ρων; ἴ­δε νῦν ἠ­κο­ύ­σα­τε τὴν βλα­σφη­μί­αν αὐ­τοῦ· 66τί ὑ­μῖν δο­κεῖ; οἱ δὲ ἀ­πο­κρι­θέν­τες εἶ­πον· Ἔ­νο­χος θα­νά­του ἐ­στί. 67Τότε ἐ­νέ­πτυ­σαν εἰς τὸ πρό­σω­πον αὐ­τοῦ καὶ ἐ­κο­λά­φι­σαν αὐ­τόν, οἱ δὲ ἐρ­ρά­πι­σα­ν 68λέγοντες· Προ­φή­τευ­σον ἡ­μῖν, Χρι­στέ, τίς ἐ­στιν ὁ πα­ί­σας σε; 69Ὁ δὲ Πέτρος ἔ­ξω ἐ­κά­θη­το ἐν τῇ αὐ­λῇ· καὶ προ­σῆλ­θεν αὐ­τῷ μί­α παι­δί­σκη λέ­γου­σα· Καὶ σὺ ἦ­σθα με­τὰ Ἰ­η­σοῦ τοῦ Γα­λι­λα­ί­ου. 70ὁ δὲ ἠρ­νή­σα­το ἔμ­προ­σθεν αὐ­τῶν πάν­των λέ­γων· Οὐκ οἶ­δα τί λέ­γεις. 71ἐξελθόντα δὲ αὐ­τὸν εἰς τὸν πυ­λῶ­να εἶ­δεν αὐ­τὸν ἄλ­λη καὶ λέ­γει αὐ­τοῖς· Ἐ­κεῖ καὶ οὗ­τος ἦν με­τὰ Ἰ­η­σοῦ τοῦ Να­ζω­ρα­ί­ου. 72καὶ πά­λιν ἠρ­νή­σα­το με­θ' ὅρ­κου ὅ­τι Οὐκ οἶ­δα τὸν ἄν­θρω­πον. 73μετὰ μι­κρὸν δὲ προ­σελ­θόν­τες οἱ ἑ­στῶ­τες εἶ­πον τῷ Πέτρῳ· Ἀ­λη­θῶς καὶ σὺ ἐξ αὐ­τῶν εἶ· καὶ γὰρ ἡ λα­λιά σου δῆ­λόν σε ποι­εῖ. 74τότε ἤρ­ξα­το κα­τα­θε­μα­τί­ζειν καὶ ὀ­μνύ­ειν ὅ­τι Οὐκ οἶ­δα τὸν ἄν­θρω­πον· καὶ εὐ­θέ­ως ἀ­λέ­κτωρ ἐ­φώ­νη­σε. 75καὶ ἐ­μνή­σθη ὁ Πέτρος τοῦ ῥή­μα­τος Ἰ­η­σοῦ εἰ­ρη­κό­τος ὅ­τι πρὶν ἀ­λέ­κτο­ρα φω­νῆ­σαι τρὶς ἀ­παρ­νή­σῃ με· καὶ ἐ­ξελ­θὼν ἔ­ξω ἔ­κλαυ­σε πι­κρῶς. 1Πρωΐας δὲ γε­νο­μέ­νης συμ­βο­ύ­λιον ἔ­λα­βον πάν­τες οἱ ἀρ­χι­ε­ρεῖς καὶ οἱ πρε­σβύ­τε­ροι τοῦ λα­οῦ κα­τὰ τοῦ Ἰ­η­σοῦ ὥ­στε θα­να­τῶ­σαι αὐ­τόν· 2καὶ δή­σαν­τες αὐ­τὸν ἀ­πή­γα­γον καὶ πα­ρέ­δω­καν αὐ­τὸν Πον­τί­ῳ Πι­λά­τῳ τῷ ἡ­γε­μό­νι. 3 Τό­τε ἰ­δὼν Ἰ­ού­δας ὁ πα­ρα­δι­δοὺς αὐ­τὸν ὅ­τι κα­τε­κρί­θη, με­τα­με­λη­θεὶς ἀ­πέ­στρε­ψε τὰ τρι­ά­κον­τα ἀρ­γύ­ρια τοῖς ἀρ­χι­ε­ρεῦ­σι καὶ πρε­σβυ­τέ­ροι­ς 4 λέ­γων· Ἥ­μαρ­τον πα­ρα­δοὺς αἷ­μα ἀ­θῷ­ον. οἱ δὲ εἶ­πον· Τί πρὸς ἡ­μᾶς; σὺ ὄ­ψει. 5 καὶ ῥί­ψας τὰ ἀρ­γύ­ρια ἐν τῷ να­ῷ ἀ­νε­χώ­ρη­σε, καὶ ἀ­πελ­θὼν ἀ­πήγ­ξα­το.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου